Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

279

Ξένος
ΞΕ. τί δῆτα παράδειγμά τις ἄν, ἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν, σμικρότατον παραθέμενος ἱκανῶς ἂν εὕροι τὸ ζητούμενον; βούλει πρὸς Διός, ὦ Σώκρατες, εἰ μή τι πρόχειρον ἕτερον ἔχομεν, ἀλλʼ οὖν τήν γε ὑφαντικὴν προελώμεθα; καὶ ταύτην, εἰ δοκεῖ, μὴ πᾶσαν; ἀποχρήσει γὰρ ἴσως ἡ περὶ τὰ ἐκ τῶν ἐρίων ὑφάσματα· τάχα γὰρ ἂν ἡμῖν καὶ τοῦτο τὸ μέρος αὐτῆς μαρτυρήσειε προαιρεθὲν ὃ βουλόμεθα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί γὰρ οὔ;
Ξένος
ΞΕ. τί δῆτα οὐ, καθάπερ ἐν τοῖς ἔμπροσθε τέμνοντες μέρη μερῶν ἕκαστον διῃρούμεθα, καὶ νῦν περὶ ὑφαντικὴν ταὐτὸν τοῦτʼ ἐδράσαμεν, καὶ κατὰ δύναμιν ὅτι μάλιστα διὰ βραχέων ταχὺ πάντʼ ἐπελθόντες πάλιν ἤλθομεν ἐπὶ τὸ νῦν χρήσιμον; 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς λέγεις;
Ξένος
ΞΕ. αὐτὴν τὴν διέξοδον ἀπόκρισίν σοι ποιήσομαι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme