Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

258–259

Ξένος
ΞΕ. ἆρʼ οὖν οὐκ ἀριθμητικὴ μὲν καί τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι ψιλαὶ τῶν πράξεών εἰσι, τὸ δὲ γνῶναι παρέσχοντο μόνον;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔστιν οὕτως.
Ξένος
ΞΕ. αἱ δέ γε περὶ τεκτονικὴν αὖ καὶ σύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν σύμφυτον τὴν ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπʼ αὐτῶν σώματα πρότερον οὐκ ὄντα. 20
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν;
Ξένος
ΞΕ. ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔστω σοι ταῦθʼ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο.
Ξένος
ΞΕ. πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτʼ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη; μᾶλλον δέ μοι δεῦρο ἕπου.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῇ; 25
Ξένος
ΞΕ. τῇδε. εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός, ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. τί δʼ; ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. φήσομεν.
Ξένος
ΞΕ. ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική; 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δίκαιον γοῦν.
Ξένος
ΞΕ. καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν; 10
Ξένος
ΞΕ. τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδέν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme