Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

260

Ξένος
ΞΕ. πρὸς τὸ τὸν λόγον ἡμῖν τῶν ὄντων ἕν τι γενῶν εἶναι. τούτου γὰρ στερηθέντες, τὸ μὲν μέγιστον, φιλοσοφίας ἂν στερηθεῖμεν· ἔτι δʼ ἐν τῷ παρόντι δεῖ λόγον ἡμᾶς διομολογήσασθαι τί ποτʼ ἔστιν, εἰ δὲ ἀφῃρέθημεν αὐτὸ μηδʼ εἶναι τὸ παράπαν, οὐδὲν ἂν ἔτι που λέγειν οἷοί τʼ ἦμεν. ἀφῃρέθημεν δʼ ἄν, εἰ συνεχωρήσαμεν μηδεμίαν εἶναι μεῖξιν μηδενὶ πρὸς μηδέν.
Θεαίτητος
ΘΕΑΙ. ὀρθῶς τοῦτό γε· λόγον δὲ διʼ ὅτι νῦν διομολογητέον οὐκ ἔμαθον.
Ξένος
ΞΕ. ἀλλʼ ἴσως τῇδʼ ἑπόμενος ῥᾷστʼ ἂν μάθοις. 5
Θεαίτητος
ΘΕΑΙ. πῇ;
Ξένος
ΞΕ. τὸ μὲν δὴ μὴ ὂν ἡμῖν ἕν τι τῶν ἄλλων γένος ὂν ἀνεφάνη, κατὰ πάντα τὰ ὄντα διεσπαρμένον.
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. οὐκοῦν τὸ μετὰ τοῦτο σκεπτέον εἰ δόξῃ τε καὶ λόγῳ μείγνυται.
Θεαίτητος
ΘΕΑΙ. τί δή; 10
Ξένος
ΞΕ. μὴ μειγνυμένου μὲν αὐτοῦ τούτοις ἀναγκαῖον ἀληθῆ πάντʼ εἶναι, μειγνυμένου δὲ δόξα τε ψευδὴς γίγνεται καὶ λόγος· τὸ γὰρ τὰ μὴ ὄντα δοξάζειν ἢ λέγειν, τοῦτʼ ἔστι που τὸ ψεῦδος ἐν διανοίᾳ τε καὶ λόγοις γιγνόμενον.
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. ὄντος δέ γε ψεύδους ἔστιν ἀπάτη.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. καὶ μὴν ἀπάτης οὔσης εἰδώλων τε καὶ εἰκόνων ἤδη καὶ φαντασίας πάντα ἀνάγκη μεστὰ εἶναι. 15
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. τὸν δέ γε σοφιστὴν ἔφαμεν ἐν τούτῳ που τῷ τόπῳ καταπεφευγέναι μέν, ἔξαρνον δὲ γεγονέναι τὸ παράπαν μηδʼ εἶναι ψεῦδος· τὸ γὰρ μὴ ὂν οὔτε διανοεῖσθαί τινα οὔτε λέγειν· οὐσίας γὰρ οὐδὲν οὐδαμῇ τὸ μὴ ὂν μετέχειν.
Θεαίτητος
ΘΕΑΙ. ἦν ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme