Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

258

Ξένος
ΞΕ. οὐκοῦν καὶ τὸ μὴ δίκαιον τῷ δικαίῳ κατὰ ταὐτὰ θετέον πρὸς τὸ μηδέν τι μᾶλλον εἶναι θάτερον θατέρου;
Θεαίτητος
ΘΕΑΙ. τί μήν;
Ξένος
ΞΕ. καὶ τἆλλα δὴ ταύτῃ λέξομεν, ἐπείπερ ἡ θατέρου φύσις ἐφάνη τῶν ὄντων οὖσα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ καὶ τὰ μόρια αὐτῆς μηδενὸς ἧττον ὄντα τιθέναι. 5
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. οὐκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὐσία ἐστίν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα ἀλλὰ τοσοῦτον μόνον, ἕτερον ἐκείνου.
Θεαίτητος
ΘΕΑΙ. σαφέστατά γε.
Ξένος
ΞΕ. τίνʼ οὖν αὐτὴν προσείπωμεν;
Θεαίτητος
ΘΕΑΙ. δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο. 10
Ξένος
ΞΕ. πότερον οὖν, ὥσπερ εἶπες, ἔστιν οὐδενὸς τῶν ἄλλων οὐσίας ἐλλειπόμενον, καὶ δεῖ θαρροῦντα ἤδη λέγειν ὅτι τὸ μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτοῦ φύσιν ἔχον, ὥσπερ τὸ μέγα ἦν μέγα καὶ τὸ καλὸν ἦν καλὸν καὶ τὸ μὴ μέγα μὴ μέγα καὶ τὸ μὴ καλὸν μὴ καλόν, οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν; ἤ τινα ἔτι πρὸς αὐτό, ὦ Θεαίτητε, ἀπιστίαν ἔχομεν;
Θεαίτητος
ΘΕΑΙ. οὐδεμίαν.
Ξένος
ΞΕ. οἶσθʼ οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν;
Θεαίτητος
ΘΕΑΙ. τί δή;
Ξένος
ΞΕ. πλεῖον ἢ ʼκεῖνος ἀπεῖπε σκοπεῖν, ἡμεῖς εἰς τὸ πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτῷ. 15
Θεαίτητος
ΘΕΑΙ. πῶς;
Ξένος
ΞΕ. ὅτι ὁ μέν πού φησιν—οὐ γὰρ μήποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα,ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήσιος εἶργε νόημα.Parmenides 7.1
Θεαίτητος
ΘΕΑΙ. λέγει γὰρ οὖν οὕτως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme