Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

255–256

Ξένος
ΞΕ. τὸ δέ γʼ ἕτερον ἀεὶ πρὸς ἕτερον· ἦ γάρ; 25
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην· ἀλλʼ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον· νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.
Θεαίτητος
ΘΕΑΙ. λέγεις καθάπερ ἔχει.
Ξένος
ΞΕ. πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς εἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.
Θεαίτητος
ΘΕΑΙ. ναί. 30
Ξένος
ΞΕ. καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν· ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου.
Θεαίτητος
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
Ξένος
ΞΕ. ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθʼ ἓν ἀναλαμβάνοντες.
Θεαίτητος
ΘΕΑΙ. πῶς;
Ξένος
ΞΕ. πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως. ἢ πῶς λέγομεν; 35
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Ξένος
ΞΕ. οὐ στάσις ἄρʼ ἐστίν.
Θεαίτητος
ΘΕΑΙ. οὐδαμῶς.
Ξένος
ΞΕ. ἔστι δέ γε διὰ τὸ μετέχειν τοῦ ὄντος.
Θεαίτητος
ΘΕΑΙ. ἔστιν.
Ξένος
ΞΕ. αὖθις δὴ πάλιν ἡ κίνησις ἕτερον ταὐτοῦ ἐστιν.
Θεαίτητος
ΘΕΑΙ. σχεδόν.
Ξένος
ΞΕ. οὐ ταὐτὸν ἄρα ἐστίν. 5
Θεαίτητος
ΘΕΑΙ. οὐ γὰρ οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme