Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

253

Ξένος
ΞΕ. ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δʼ οὔ, σχεδὸν οἷον τὰ γράμματα πεπονθότʼ ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.
Θεαίτητος
ΘΕΑΙ. πῶς δʼ οὔ;
Ξένος
ΞΕ. τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.
Θεαίτητος
ΘΕΑΙ. καὶ μάλα γε.
Ξένος
ΞΕ. πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἢ τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό; 5
Θεαίτητος
ΘΕΑΙ. τέχνης.
Ξένος
ΞΕ. ποίας;
Θεαίτητος
ΘΕΑΙ. τῆς γραμματικῆς.
Ξένος
ΞΕ. τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους ἆρʼ οὐχ οὕτως; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς ἄμουσος;
Θεαίτητος
ΘΕΑΙ. οὕτως. 10
Ξένος
ΞΕ. καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν τοιαῦτα εὑρήσομεν ἕτερα.
Θεαίτητος
ΘΕΑΙ. πῶς δʼ οὔ;
Ξένος
ΞΕ. τί δʼ; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρʼ οὐ μετʼ ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα οὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντʼ ἄττʼ αὔτʼ ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ διʼ ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης;
Ξένος
ΞΕ. τίνʼ οὖν αὖ νῦν προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην; ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον; 15
Θεαίτητος
ΘΕΑΙ. πῶς λέγεις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme