Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

219

Ξένος
ΞΕ. ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο.
Θεαίτητος
ΘΕΑΙ. πῶς;
Ξένος
ΞΕ. γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα θεραπεία, τό τε αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὃ δὴ σκεῦος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταῦτα δικαιότατʼ ἂν ἑνὶ προσαγορεύοιτʼ ἂν ὀνόματι.
Θεαίτητος
ΘΕΑΙ. πῶς καὶ τίνι;
Ξένος
ΞΕ. πᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού φαμεν. 10
Θεαίτητος
ΘΕΑΙ. ὀρθῶς.
Ξένος
ΞΕ. τὰ δέ γε νυνδὴ ἃ διήλθομεν ἅπαντα εἶχεν εἰς τοῦτο τὴν αὑτῶν δύναμιν.
Θεαίτητος
ΘΕΑΙ. εἶχε γὰρ οὖν.
Ξένος
ΞΕ. ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προσείπωμεν.
Θεαίτητος
ΘΕΑΙ. ἔστω. 15
Ξένος
ΞΕ. τὸ δὴ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ τὸ τῆς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι, τὰ δὲ τοῖς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστʼ ἄν που διὰ ταῦτα συνάπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν διαπρέψειεν.
Θεαίτητος
ΘΕΑΙ. ναί· πρέποι γὰρ ἄν.
Ξένος
ΞΕ. κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, ὦ Θεαίτητε, τιθῶμεν;
Θεαίτητος
ΘΕΑΙ. ἐν κτητικῇ που δῆλον.
Ξένος
ΞΕ. κτητικῆς δὲ ἆρʼ οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς ἑκόντας μεταβλητικὸν ὂν διά τε δωρεῶν καὶ μισθώσεων καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατʼ ἔργα ἢ κατὰ λόγους χειρούμενον σύμπαν, χειρωτικὸν ἂν εἴη; 20
Θεαίτητος
ΘΕΑΙ. φαίνεται γοῦν ἐκ τῶν εἰρημένων.
Ξένος
ΞΕ. τί δέ; τὴν χειρωτικὴν ἆρʼ οὐ διχῇ τμητέον;
Θεαίτητος
ΘΕΑΙ. πῇ;
Ξένος
ΞΕ. τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν.
Θεαίτητος
ΘΕΑΙ. ναί. 25

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme