Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

246–247

Ξένος
ΞΕ. μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.
Θεαίτητος
ΘΕΑΙ. ὀρθότατα.
Ξένος
ΞΕ. κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε. 15
Θεαίτητος
ΘΕΑΙ. ταῦτʼ ἔσται.
Ξένος
ΞΕ. λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.
Θεαίτητος
ΘΕΑΙ. πῶς δʼ οὔ;
Ξένος
ΞΕ. τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;
Θεαίτητος
ΘΕΑΙ. πάνυ γε. 20
Ξένος
ΞΕ. τιθέντες τι τῶν ὄντων ψυχήν;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;
Θεαίτητος
ΘΕΑΙ. τί μήν;
Ξένος
ΞΕ. ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;
Θεαίτητος
ΘΕΑΙ. ναί, καὶ ταῦτα σύμφασιν. 5
Ξένος
ΞΕ. ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.
Θεαίτητος
ΘΕΑΙ. φασὶ μὲν οὖν.
Ξένος
ΞΕ. οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν ἢ πάντα ἀόρατα;
Θεαίτητος
ΘΕΑΙ. σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.
Ξένος
ΞΕ. τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν; 10
Θεαίτητος
ΘΕΑΙ. τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme