Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

243–244

Ξένος
ΞΕ. ἀλλʼ ἆρά γε τὰ ἄμφω βούλεσθε καλεῖν ὄν; 15
Θεαίτητος
ΘΕΑΙ. ἴσως.
Ξένος
ΞΕ. ἀλλʼ, ὦ φίλοι, φήσομεν, κἂν οὕτω τὰ δύο λέγοιτʼ ἂν σαφέστατα ἕν.
Θεαίτητος
ΘΕΑΙ. ὀρθότατα εἴρηκας.
Ξένος
ΞΕ. ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δʼ ἠπορήκαμεν. διδάσκετε οὖν πρῶτον τοῦτʼ αὐτὸ ἡμᾶς, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρʼ ὑμῶν, τὸ δὲ τούτου γίγνηται πᾶν τοὐναντίον. ταῦτα δὴ λέγοντές τε καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, ὦ παῖ, τὶ πλημμελήσομεν;
Θεαίτητος
ΘΕΑΙ. ἥκιστά γε.
Ξένος
ΞΕ. τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρʼ οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν; 5
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. τόδε τοίνυν ἀποκρινέσθων. ἕν πού φατε μόνον εἶναι; — φαμὲν γάρ, φήσουσιν. ἦ γάρ;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. τί δέ; ὂν καλεῖτέ τι;
Θεαίτητος
ΘΕΑΙ. ναί. 10
Ξένος
ΞΕ. πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, ἢ πῶς;
Θεαίτητος
ΘΕΑΙ. τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτʼ, ὦ ξένε, ἀπόκρισις;
Ξένος
ΞΕ. δῆλον, ὦ Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.
Θεαίτητος
ΘΕΑΙ. πῶς;
Ξένος
ΞΕ. τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που. 15
Θεαίτητος
ΘΕΑΙ. πῶς δʼ οὔ;
Ξένος
ΞΕ. καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.
Θεαίτητος
ΘΕΑΙ. πῇ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme