Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

238

Θεαίτητος
ΘΕΑΙ. καὶ πῶς;
Ξένος
ΞΕ. ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.
Θεαίτητος
ΘΕΑΙ. εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.
Ξένος
ΞΕ. μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.
Θεαίτητος
ΘΕΑΙ. οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος. 10
Ξένος
ΞΕ. πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;
Θεαίτητος
ΘΕΑΙ. λέγε πῇ;
Ξένος
ΞΕ. μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;
Θεαίτητος
ΘΕΑΙ. τί μήν;
Ξένος
ΞΕ. μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ; 15
Θεαίτητος
ΘΕΑΙ. σαφέστατά γε.
Ξένος
ΞΕ. καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.
Θεαίτητος
ΘΕΑΙ. λέγεις ἀληθέστατα.
Ξένος
ΞΕ. συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;
Θεαίτητος
ΘΕΑΙ. παντάπασι μὲν οὖν. 20
Ξένος
ΞΕ. ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;
Θεαίτητος
ΘΕΑΙ. τίνα δή;
Ξένος
ΞΕ. ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;
Θεαίτητος
ΘΕΑΙ. πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.
Ξένος
ΞΕ. οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι. 25

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme