Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

237–238

Θεαίτητος
ΘΕΑΙ. χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον.
Ξένος
ΞΕ. ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί τι τὸ μὴ ὂν οὐκ οἰστέον.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ ἄν;
Ξένος
ΞΕ. οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι. 10
Θεαίτητος
ΘΕΑΙ. πῶς δή;
Ξένος
ΞΕ. καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ τὶ τοῦτο ῥῆμα ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον· ἦ γάρ;
Θεαίτητος
ΘΕΑΙ. ἀδύνατον.
Ξένος
ΞΕ. ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;
Θεαίτητος
ΘΕΑΙ. οὕτως. 15
Ξένος
ΞΕ. ἑνὸς γὰρ δὴ τό γε τὶ φήσεις σημεῖον εἶναι, τὸ δὲ τινὲ δυοῖν, τὸ δὲ τινὲς πολλῶν.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.
Θεαίτητος
ΘΕΑΙ. ἀναγκαιότατον μὲν οὖν.
Ξένος
ΞΕ. ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν τι, λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι; 20
Θεαίτητος
ΘΕΑΙ. τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι.
Ξένος
ΞΕ. μήπω μέγʼ εἴπῃς· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.
Θεαίτητος
ΘΕΑΙ. πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.
Ξένος
ΞΕ. τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι; 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme