Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

228

Ξένος
ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δʼ οἷον αἶσχος ἐγγιγνόμενον.
Θεαίτητος
ΘΕΑΙ. οὐκ ἔμαθον.
Ξένος
ΞΕ. νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;
Θεαίτητος
ΘΕΑΙ. οὐδʼ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.
Ξένος
ΞΕ. πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν; 5
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Ξένος
ΞΕ. ἀλλʼ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;
Θεαίτητος
ΘΕΑΙ. οὐδαμῶς ἄλλο.
Ξένος
ΞΕ. τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;
Θεαίτητος
ΘΕΑΙ. καὶ σφόδρα γε. 10
Ξένος
ΞΕ. συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;
Ξένος
ΞΕ. στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
Θεαίτητος
ΘΕΑΙ. ὀρθότατα μὲν οὖν.
Ξένος
ΞΕ. τί δʼ; ὅσʼ ἂν κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθʼ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; 15
Θεαίτητος
ΘΕΑΙ. δῆλον ὡς ὑπὸ ἀμετρίας.
Ξένος
ΞΕ. ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.
Θεαίτητος
ΘΕΑΙ. σφόδρα γε.
Ξένος
ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπʼ ἀλήθειαν ὁρμωμένης ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.
Θεαίτητος
ΘΕΑΙ. πάνυ μὲν οὖν. 20

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme