Thesauros Literature Philosophy Σοφιστής

Σοφιστής

Σοφιστής Plato

225

Ξένος
ΞΕ. τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.
Θεαίτητος
ΘΕΑΙ. ἦν γὰρ οὖν.
Ξένος
ΞΕ. οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.
Θεαίτητος
ΘΕΑΙ. καθʼ ὁποῖα λέγε. 5
Ξένος
ΞΕ. τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.
Θεαίτητος
ΘΕΑΙ. ἔστιν.
Ξένος
ΞΕ. τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Ξένος
ΞΕ. τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο εἴπῃ πλὴν ἀμφισβητητικόν; 10
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Ξένος
ΞΕ. τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.
Θεαίτητος
ΘΕΑΙ. πῇ;
Ξένος
ΞΕ. καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ τὰ δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.
Θεαίτητος
ΘΕΑΙ. ναί. 15
Ξένος
ΞΕ. τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Ξένος
ΞΕ. τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.
Θεαίτητος
ΘΕΑΙ. ἀληθῆ· κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.
Ξένος
ΞΕ. τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρʼ οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα; 20
Θεαίτητος
ΘΕΑΙ. πῶς γὰρ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme