Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

204–205

Σωκράτης
ΣΩ. ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ; 25
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.
Θεαίτητος
ΘΕΑΙ. ναί. 30
Σωκράτης
ΣΩ. ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;
Θεαίτητος
ΘΕΑΙ. οὐδέν.
Σωκράτης
ΣΩ. ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;
Θεαίτητος
ΘΕΑΙ. φαίνεται.
Σωκράτης
ΣΩ. τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται. 35
Θεαίτητος
ΘΕΑΙ. οὕτως.
Σωκράτης
ΣΩ. τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.
Θεαίτητος
ΘΕΑΙ. οὐκ ἔοικεν.
Σωκράτης
ΣΩ. μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;
Θεαίτητος
ΘΕΑΙ. τοῦ παντός γε. 40
Σωκράτης
ΣΩ. ἀνδρικῶς γε, ὦ Θεαίτητε, μάχῃ. τὸ πᾶν δὲ οὐχ ὅταν μηδὲν ἀπῇ, αὐτὸ τοῦτο πᾶν ἐστιν;
Θεαίτητος
ΘΕΑΙ. ἀνάγκη.
Σωκράτης
ΣΩ. ὅλον δὲ οὐ ταὐτὸν τοῦτο ἔσται, οὗ ἂν μηδαμῇ μηδὲν ἀποστατῇ; οὗ δʼ ἂν ἀποστατῇ, οὔτε ὅλον οὔτε πᾶν, ἅμα γενόμενον ἐκ τοῦ αὐτοῦ τὸ αὐτό;
Θεαίτητος
ΘΕΑΙ. δοκεῖ μοι νῦν οὐδὲν διαφέρειν πᾶν τε καὶ ὅλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme