Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

196

Θεαίτητος
ΘΕΑΙ. οὐ μὰ τὸν Δία, ἀλλὰ πολλοὶ δὴ καὶ ἕνδεκα· ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ τις σκοπῆται, μᾶλλον σφάλλεται. οἶμαι γάρ σε περὶ παντὸς μᾶλλον ἀριθμοῦ λέγειν.
Σωκράτης
ΣΩ. ὀρθῶς γὰρ οἴει· καὶ ἐνθυμοῦ μή τι τότε γίγνεται ἄλλο ἢ αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι.
Θεαίτητος
ΘΕΑΙ. ἔοικέ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους; ὁ γὰρ τοῦτο παθών, ὃ οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ὃ ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι ψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ ὁ αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα. 5
Θεαίτητος
ΘΕΑΙ. ἀληθέστατα.
Σωκράτης
ΣΩ. οὐκοῦν ἄλλʼ ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν ἢ διανοίας πρὸς αἴσθησιν παραλλαγήν. εἰ γὰρ τοῦτʼ ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα. νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, ἢ ἅ τις οἶδεν, οἷόν τε μὴ εἰδέναι. καὶ τούτων πότερα αἱρῇ;
Θεαίτητος
ΘΕΑΙ. ἄπορον αἵρεσιν προτίθης, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει ὁ λόγος οὐκ ἐάσειν. ὅμως δέ—πάντα γὰρ τολμητέον—τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;
Θεαίτητος
ΘΕΑΙ. πῶς; 10
Σωκράτης
ΣΩ. ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτʼ ἐστὶ τὸ ἐπίστασθαι.
Θεαίτητος
ΘΕΑΙ. καὶ τί τοῦτο ἀναίσχυντον;
Σωκράτης
ΣΩ. ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτʼ ἐστίν.
Θεαίτητος
ΘΕΑΙ. ἐννοῶ μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme