Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

191

Σωκράτης
ΣΩ. οὐκοῦν ἀπέστημεν αὐτοῦ, ὅτι ἃ ἴσμεν ἐποίει ἡμᾶς εἰδότας μὴ εἰδέναι; 5
Θεαίτητος
ΘΕΑΙ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. μὴ γὰρ οὕτω τιθῶμεν, ἀλλʼ ὧδε· ἴσως πῃ ἡμῖν συγχωρήσεται, ἴσως δὲ ἀντιτενεῖ. ἀλλὰ γὰρ ἐν τοιούτῳ ἐχόμεθα, ἐν ᾧ ἀνάγκη πάντα μεταστρέφοντα λόγον βασανίζειν. σκόπει οὖν εἰ τὶ λέγω. ἆρα ἔστιν μὴ εἰδότα τι πρότερον ὕστερον μαθεῖν;
Θεαίτητος
ΘΕΑΙ. ἔστι μέντοι.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ αὖθις ἕτερον καὶ ἕτερον;
Θεαίτητος
ΘΕΑΙ. τί δʼ οὔ; 10
Σωκράτης
ΣΩ. θὲς δή μοι λόγου ἕνεκα ἐν ταῖς ψυχαῖς ἡμῶν ἐνὸν κήρινον ἐκμαγεῖον, τῷ μὲν μεῖζον, τῷ δʼ ἔλαττον, καὶ τῷ μὲν καθαρωτέρου κηροῦ, τῷ δὲ κοπρωδεστέρου, καὶ σκληροτέρου, ἐνίοις δὲ ὑγροτέρου, ἔστι δʼ οἷς μετρίως ἔχοντος.
Θεαίτητος
ΘΕΑΙ. τίθημι.
Σωκράτης
ΣΩ. δῶρον τοίνυν αὐτὸ φῶμεν εἶναι τῆς τῶν Μουσῶν μητρὸς Μνημοσύνης, καὶ εἰς τοῦτο ὅτι ἂν βουληθῶμεν μνημονεῦσαι ὧν ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ αὐτοὶ ἐννοήσωμεν, ὑπέχοντας αὐτὸ ταῖς αἰσθήσεσι καὶ ἐννοίαις, ἀποτυποῦσθαι, ὥσπερ δακτυλίων σημεῖα ἐνσημαινομένους· καὶ ὃ μὲν ἂν ἐκμαγῇ, μνημονεύειν τε καὶ ἐπίστασθαι ἕως ἂν ἐνῇ τὸ εἴδωλον αὐτοῦ· ὃ δʼ ἂν ἐξαλειφθῇ ἢ μὴ οἷόν τε γένηται ἐκμαγῆναι, ἐπιλελῆσθαί τε καὶ μὴ ἐπίστασθαι.
Θεαίτητος
ΘΕΑΙ. ἔστω οὕτως.
Σωκράτης
ΣΩ. ὁ τοίνυν ἐπιστάμενος μὲν αὐτά, σκοπῶν δέ τι ὧν ὁρᾷ ἢ ἀκούει, ἄθρει εἰ ἄρα τοιῷδε τρόπῳ ψευδῆ ἂν δοξάσαι. 15
Θεαίτητος
ΘΕΑΙ. ποίῳ δή τινι;
Σωκράτης
ΣΩ. ἃ οἶδεν, οἰηθεὶς εἶναι τοτὲ μὲν ἃ οἶδε, τοτὲ δὲ ἃ μή. ταῦτα γὰρ ἐν τοῖς πρόσθεν οὐ καλῶς ὡμολογήσαμεν ὁμολογοῦντες ἀδύνατα.
Θεαίτητος
ΘΕΑΙ. νῦν δὲ πῶς λέγεις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme