Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

189

Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.
Θεαίτητος
ΘΕΑΙ. δῆλον, ὡς ἔοικεν.
Σωκράτης
ΣΩ. οὐκ ἄρα οἷόν τε τὸ μὴ ὂν δοξάζειν, οὔτε περὶ τῶν ὄντων οὔτε αὐτὸ καθʼ αὑτό.
Θεαίτητος
ΘΕΑΙ. οὐ φαίνεται.
Σωκράτης
ΣΩ. ἄλλο τι ἄρʼ ἐστὶ τὸ ψευδῆ δοξάζειν τοῦ τὰ μὴ ὄντα δοξάζειν. 15
Θεαίτητος
ΘΕΑΙ. ἄλλο ἔοικεν.
Σωκράτης
ΣΩ. οὔτʼ ἄρʼ οὕτως οὔτε ὡς ὀλίγον πρότερον ἐσκοποῦμεν, ψευδής ἐστι δόξα ἐν ἡμῖν.
Θεαίτητος
ΘΕΑΙ. οὐ γὰρ οὖν δή.
Σωκράτης
ΣΩ. ἀλλʼ ἆρα ὧδε γιγνόμενον τοῦτο προσαγορεύομεν;
Θεαίτητος
ΘΕΑΙ. πῶς; 20
Σωκράτης
ΣΩ. ἀλλοδοξίαν τινὰ οὖσαν ψευδῆ φαμεν εἶναι δόξαν, ὅταν τίς τι τῶν ὄντων ἄλλο αὖ τῶν ὄντων ἀνταλλαξάμενος τῇ διανοίᾳ φῇ εἶναι. οὕτω γὰρ ὂν μὲν ἀεὶ δοξάζει, ἕτερον δὲ ἀνθʼ ἑτέρου, καὶ ἁμαρτάνων οὗ ἐσκόπει δικαίως ἂν καλοῖτο ψευδῆ δοξάζων.
Θεαίτητος
ΘΕΑΙ. ὀρθότατά μοι νῦν δοκεῖς εἰρηκέναι. ὅταν γάρ τις ἀντὶ καλοῦ αἰσχρὸν ἢ ἀντὶ αἰσχροῦ καλὸν δοξάζῃ, τότε ὡς ἀληθῶς δοξάζει ψευδῆ.
Σωκράτης
ΣΩ. δῆλος εἶ, ὦ Θεαίτητε, καταφρονῶν μου καὶ οὐ δεδιώς.
Θεαίτητος
ΘΕΑΙ. τί μάλιστα;
Σωκράτης
ΣΩ. οὐκ ἂν οἶμαι σοὶ δοκῶ τοῦ ἀληθῶς ψευδοῦς ἀντιλαβέσθαι, ἐρόμενος εἰ οἷόν τε ταχὺ βραδέως ἢ κοῦφον βαρέως ἢ ἄλλο τι ἐναντίον μὴ κατὰ τὴν αὑτοῦ φύσιν ἀλλὰ κατὰ τὴν τοῦ ἐναντίου γίγνεσθαι ἑαυτῷ ἐναντίως. τοῦτο μὲν οὖν, ἵνα μὴ μάτην θαρρήσῃς, ἀφίημι. ἀρέσκει δέ, ὡς φῄς, τὸ τὰ ψευδῆ δοξάζειν ἀλλοδοξεῖν εἶναι; 25
Θεαίτητος
ΘΕΑΙ. ἔμοιγε.
Σωκράτης
ΣΩ. ἔστιν ἄρα κατὰ τὴν σὴν δόξαν ἕτερόν τι ὡς ἕτερον καὶ μὴ ὡς ἐκεῖνο τῇ διανοίᾳ τίθεσθαι.
Θεαίτητος
ΘΕΑΙ. ἔστι μέντοι.
Σωκράτης
ΣΩ. ὅταν οὖν τοῦθʼ ἡ διάνοιά του δρᾷ, οὐ καὶ ἀνάγκη αὐτὴν ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον διανοεῖσθαι;
Θεαίτητος
ΘΕΑΙ. ἀνάγκη μὲν οὖν· ἤτοι ἅμα γε ἢ ἐν μέρει. 30

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme