Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

210

Σωκράτης
ΣΩ. εἰ τὸ λόγον, ὦ παῖ, προσλαβεῖν γνῶναι κελεύει, ἀλλὰ μὴ δοξάσαι τὴν διαφορότητα, ἡδὺ χρῆμʼ ἂν εἴη τοῦ καλλίστου τῶν περὶ ἐπιστήμης λόγου. τὸ γὰρ γνῶναι ἐπιστήμην που λαβεῖν ἐστιν· ἦ γάρ;
Θεαίτητος
ΘΕΑΙ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐρωτηθείς, ὡς ἔοικε, τί ἐστιν ἐπιστήμη, ἀποκρινεῖται ὅτι δόξα ὀρθὴ μετὰ ἐπιστήμης διαφορότητος. λόγου γὰρ πρόσληψις τοῦτʼ ἂν εἴη κατʼ ἐκεῖνον.
Θεαίτητος
ΘΕΑΙ. ἔοικεν.
Σωκράτης
ΣΩ. καὶ παντάπασί γε εὔηθες, ζητούντων ἡμῶν ἐπιστήμην, δόξαν φάναι ὀρθὴν εἶναι μετʼ ἐπιστήμης εἴτε διαφορότητος εἴτε ὁτουοῦν. οὔτε ἄρα αἴσθησις, ὦ Θεαίτητε, οὔτε δόξα ἀληθὴς οὔτε μετʼ ἀληθοῦς δόξης λόγος προσγιγνόμενος ἐπιστήμη ἂν εἴη. 5
Θεαίτητος
ΘΕΑΙ. οὐκ ἔοικεν.
Σωκράτης
ΣΩ. ἦ οὖν ἔτι κυοῦμέν τι καὶ ὠδίνομεν, ὦ φίλε, περὶ ἐπιστήμης, ἢ πάντα ἐκτετόκαμεν;
Θεαίτητος
ΘΕΑΙ. καὶ ναὶ μὰ Δίʼ ἔγωγε πλείω ἢ ὅσα εἶχον ἐν ἐμαυτῷ διὰ σὲ εἴρηκα.
Σωκράτης
ΣΩ. οὐκοῦν ταῦτα μὲν πάντα ἡ μαιευτικὴ ἡμῖν τέχνη ἀνεμιαῖά φησι γεγενῆσθαι καὶ οὐκ ἄξια τροφῆς;παντάπασι μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme