Thesauros Literature Philosophy Θεαίτητος

Θεαίτητος

Θεαίτητος Plato

207

Σωκράτης
ΣΩ. ὁ δέ γε ἴσως οἴοιτʼ ἂν ἡμᾶς, ὥσπερ ἂν τὸ σὸν ὄνομα ἐρωτηθέντας καὶ ἀποκρινομένους κατὰ συλλαβήν, γελοίους εἶναι, ὀρθῶς μὲν δοξάζοντας καὶ λέγοντας ἃ λέγομεν, οἰομένους δὲ γραμματικοὺς εἶναι καὶ ἔχειν τε καὶ λέγειν γραμματικῶς τὸν τοῦ Θεαιτήτου ὀνόματος λόγον· τὸ δʼ οὐκ εἶναι ἐπιστημόνως οὐδὲν λέγειν, πρὶν ἂν διὰ τῶν στοιχείων μετὰ τῆς ἀληθοῦς δόξης ἕκαστον περαίνῃ τις, ὅπερ καὶ ἐν τοῖς πρόσθε που ἐρρήθη. 5
Θεαίτητος
ΘΕΑΙ. ἐρρήθη γάρ.
Σωκράτης
ΣΩ. οὕτω τοίνυν καὶ περὶ ἁμάξης ἡμᾶς μὲν ὀρθὴν ἔχειν δόξαν, τὸν δὲ διὰ τῶν ἑκατὸν ἐκείνων δυνάμενον διελθεῖν αὐτῆς τὴν οὐσίαν, προσλαβόντα τοῦτο, λόγον τε προσειληφέναι τῇ ἀληθεῖ δόξῃ καὶ ἀντὶ δοξαστικοῦ τεχνικόν τε καὶ ἐπιστήμονα περὶ ἁμάξης οὐσίας γεγονέναι, διὰ στοιχείων τὸ ὅλον περάναντα.
Θεαίτητος
ΘΕΑΙ. οὐκοῦν εὖ δοκεῖ σοι, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. εἰ σοί, ὦ ἑταῖρε, δοκεῖ, καὶ ἀποδέχῃ τὴν διὰ στοιχείου διέξοδον περὶ ἑκάστου λόγον εἶναι, τὴν δὲ κατὰ συλλαβὰς ἢ καὶ κατὰ μεῖζον ἔτι ἀλογίαν, τοῦτό μοι λέγε, ἵνʼ αὐτὸ ἐπισκοπῶμεν.
Θεαίτητος
ΘΕΑΙ. ἀλλὰ πάνυ ἀποδέχομαι. 10
Σωκράτης
ΣΩ. πότερον ἡγούμενος ἐπιστήμονα εἶναι ὁντινοῦν ὁτουοῦν, ὅταν τὸ αὐτὸ τοτὲ μὲν τοῦ αὐτοῦ δοκῇ αὐτῷ εἶναι, τοτὲ δὲ ἑτέρου, ἢ καὶ ὅταν τοῦ αὐτοῦ τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον δοξάζῃ;
Θεαίτητος
ΘΕΑΙ. μὰ Δίʼ οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. εἶτα ἀμνημονεῖς ἐν τῇ τῶν γραμμάτων μαθήσει κατʼ ἀρχὰς σαυτόν τε καὶ τοὺς ἄλλους δρῶντας αὐτά;
Θεαίτητος
ΘΕΑΙ. ἆρα λέγεις τῆς αὐτῆς συλλαβῆς τοτὲ μὲν ἕτερον, τοτὲ δὲ ἕτερον ἡγουμένους γράμμα, καὶ τὸ αὐτὸ τοτὲ μὲν εἰς τὴν προσήκουσαν, τοτὲ δὲ εἰς ἄλλην τιθέντας συλλαβήν;
Σωκράτης
ΣΩ. ταῦτα λέγω. 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme