Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

434–435

Σωκράτης
ΣΩ. οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν σκληρότης, Ἐρετριῆς δὲ σκληροτήρ; 10
Κρατύλος
ΚΡ. πάνυ γε.
Σωκράτης
ΣΩ. πότερον οὖν τό τε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοις τε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, ἢ τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;
Κρατύλος
ΚΡ. δηλοῖ μὲν οὖν ἀμφοτέροις.
Σωκράτης
ΣΩ. πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;
Κρατύλος
ΚΡ. ἧι ὅμοια. 15
Σωκράτης
ΣΩ. ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;
Κρατύλος
ΚΡ. πρός γε τὸ ἴσως φορὰν δηλοῦν.
Σωκράτης
ΣΩ. ἦ καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;
Κρατύλος
ΚΡ. ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες· ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.
Σωκράτης
ΣΩ. εὖ λέγεις. τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ σκληρόν, οὐδὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω; 20
Κρατύλος
ΚΡ. ἔγωγε, διά γε τὸ ἔθος, ὦ φίλτατε.
Σωκράτης
ΣΩ. ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης; ἢ ἄλλο τι λέγεις τὸ ἔθος ἢ ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι; οὐ τοῦτο λέγεις;
Κρατύλος
ΚΡ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρʼ ἐμοῦ;
Κρατύλος
ΚΡ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme