Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

428–429

Κρατύλος
ΚΡ. ἀλλὰ μὲν δή, ὦ Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην μαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον ᾖ, ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ὃ ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲΑἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.ηομ. ιλ. 9.644καὶ ἐμοὶ σύ, ὦ Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρʼ Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.
Σωκράτης
ΣΩ. ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφʼ αὑτοῦ πάντων χαλεπώτατον· ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλʼ ἀεὶ παρῇ ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν ἅμα πρόσσω καὶ ὀπίσσω. καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται. ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα· τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;
Κρατύλος
ΚΡ. ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες. 5
Σωκράτης
ΣΩ. διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;
Κρατύλος
ΚΡ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;
Κρατύλος
ΚΡ. πάνυ γε.
Σωκράτης
ΣΩ. τίνας; 10
Κρατύλος
ΚΡ. οὕσπερ σὺ κατʼ ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.
Σωκράτης
ΣΩ. πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας ἢ μή; βούλομαι δὲ λέγειν τὸ τοιόνδε. ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;
Κρατύλος
ΚΡ. πάνυ γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme