Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

420–421

Σωκράτης
ΣΩ. τέλος γὰρ ἤδη θέω. ἀνάγκην δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ ἑκούσιον. τὸ μὲν οὖν ἑκούσιον, τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ· τὸ δὲ ἀναγκαῖον καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη ἀναγκαῖον, τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν· ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα. 5
Ἑρμογένης
ΕΡΜ. ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε ἀλήθειαν καὶ τὸ ψεῦδος καὶ τὸ ὂν καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, ὄνομα, διʼ ὅτι τὸ ὄνομα ἔχει.
Σωκράτης
ΣΩ. μαίεσθαι οὖν καλεῖς τι;
Ἑρμογένης
ΕΡΜ. ἔγωγε, τό γε ζητεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme