Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

409

Σωκράτης
ΣΩ. τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.
Ἑρμογένης
ΕΡΜ. τί δή;
Σωκράτης
ΣΩ. ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν, ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς. 5
Ἑρμογένης
ΕΡΜ. πῶς δή;
Σωκράτης
ΣΩ. τὸ μέν που σέλας καὶ τὸ φῶς ταὐτόν.
Ἑρμογένης
ΕΡΜ. ναί.
Σωκράτης
ΣΩ. νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν· κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.
Ἑρμογένης
ΕΡΜ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. Σελαναίαν δέ γε καλοῦσιν αὐτὴν πολλοί.
Ἑρμογένης
ΕΡΜ. πάνυ γε.
Σωκράτης
ΣΩ. ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, Σελαενονεοάεια μὲν δικαιότατʼ ἂν τῶν ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ Σελαναία κέκληται.
Ἑρμογένης
ΕΡΜ. διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;
Σωκράτης
ΣΩ. ὁ μὲν μεὶς ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν μείης ὀρθῶς κεκλημένος, τὰ δʼ ἄστρα ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. ἡ δὲ ἀστραπή, ὅτι τὰ ὦπα ἀναστρέφει, ἀναστρωπὴ ἂν εἴη, νῦν δὲ ἀστραπὴ καλλωπισθεῖσα κέκληται. 15
Ἑρμογένης
ΕΡΜ. τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;
Σωκράτης
ΣΩ. τὸ πῦρ ἀπορῶ· καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.
Ἑρμογένης
ΕΡΜ. τίνα δή;
Σωκράτης
ΣΩ. ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι· ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;
Ἑρμογένης
ΕΡΜ. μὰ Δίʼ οὐκ ἔγωγε. 20
Σωκράτης
ΣΩ. σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.
Ἑρμογένης
ΕΡΜ. τί οὖν δή;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme