Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

405

Ἑρμογένης
ΕΡΜ. λέγε δή· ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.
Σωκράτης
ΣΩ. εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν· ἢ οὔ;
Ἑρμογένης
ΕΡΜ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη; 5
Ἑρμογένης
ΕΡΜ. πάνυ μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme