Thesauros Literature Philosophy Κρατύλος

Κρατύλος

Κρατύλος Plato

394–395

Σωκράτης
ΣΩ. τί δὲ τοῖς παρὰ φύσιν, οἳ ἂν ἐν τέρατος εἴδει γένωνται; οἷον ὅταν ἐξ ἀνδρὸς ἀγαθοῦ καὶ θεοσεβοῦς ἀσεβὴς γένηται, ἆρʼ οὐχ ὥσπερ ἐν τοῖς ἔμπροσθεν, κἂν ἵππος βοὸς ἔκγονον τέκῃ, οὐ τοῦ τεκόντος δήπου ἔδει τὴν ἐπωνυμίαν ἔχειν, ἀλλὰ τοῦ γένους οὗ εἴη; 5
Ἑρμογένης
ΕΡΜ. πάνυ γε.
Σωκράτης
ΣΩ. καὶ τῷ ἐκ τοῦ εὐσεβοῦς ἄρα γενομένῳ ἀσεβεῖ τὸ τοῦ γένους ὄνομα ἀποδοτέον.
Ἑρμογένης
ΕΡΜ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. οὐ Θεόφιλον, ὡς ἔοικεν, οὐδὲ Μνησίθεον οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλʼ ὅτι τἀναντία τούτοις σημαίνει, ἐάνπερ τῆς ὀρθότητος τυγχάνῃ τὰ ὀνόματα.
Ἑρμογένης
ΕΡΜ. παντός γε μᾶλλον, ὦ Σώκρατες. 10
Σωκράτης
ΣΩ. ὥσπερ γε καὶ ὁ Ὀρέστης, ὦ Ἑρμόγενες, κινδυνεύει ὀρθῶς ἔχειν, εἴτε τις τύχη ἔθετο αὐτῷ τὸ ὄνομα εἴτε καὶ ποιητής τις, τὸ θηριῶδες τῆς φύσεως καὶ τὸ ἄγριον αὐτοῦ καὶ τὸ ὀρεινὸν ἐνδεικνύμενος τῷ ὀνόματι.
Ἑρμογένης
ΕΡΜ. φαίνεται οὕτως, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.
Ἑρμογένης
ΕΡΜ. φαίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme