Thesauros Literature Philosophy Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

6–7

Σωκράτης
ΣΩ. μέμνησαι οὖν ὅτι οὐ τοῦτό σοι διεκελευόμην, ἕν τι ἢ δύο με διδάξαι τῶν πολλῶν ὁσίων, ἀλλʼ ἐκεῖνο αὐτὸ τὸ εἶδος ᾧ πάντα τὰ ὅσια ὅσιά ἐστιν; ἔφησθα γάρ που μιᾷ ἰδέᾳ τά τε ἀνόσια ἀνόσια εἶναι καὶ τὰ ὅσια ὅσια· ἢ οὐ μνημονεύεις; 10
Εὐθύφρων
ΕΥΘ. ἔγωγε.
Σωκράτης
ΣΩ. ταύτην τοίνυν με αὐτὴν δίδαξον τὴν ἰδέαν τίς ποτέ ἐστιν, ἵνα εἰς ἐκείνην ἀποβλέπων καὶ χρώμενος αὐτῇ παραδείγματι, ὃ μὲν ἂν τοιοῦτον ᾖ ὧν ἂν ἢ σὺ ἢ ἄλλος τις πράττῃ φῶ ὅσιον εἶναι, ὃ δʼ ἂν μὴ τοιοῦτον, μὴ φῶ.
Εὐθύφρων
ΕΥΘ. ἀλλʼ εἰ οὕτω βούλει, ὦ Σώκρατες, καὶ οὕτω σοι φράσω.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν βούλομαί γε.
Εὐθύφρων
ΕΥΘ. ἔστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ δὲ μὴ προσφιλὲς ἀνόσιον.
Σωκράτης
ΣΩ. παγκάλως, ὦ Εὐθύφρων, καὶ ὡς ἐγὼ ἐζήτουν ἀποκρίνασθαί σε, οὕτω νῦν ἀπεκρίνω. εἰ μέντοι ἀληθῶς, τοῦτο οὔπω οἶδα, ἀλλὰ σὺ δῆλον ὅτι ἐπεκδιδάξεις ὡς ἔστιν ἀληθῆ ἃ λέγεις.
Εὐθύφρων
ΕΥΘ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν. τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ θεομισὴς ἀνόσιος· οὐ ταὐτὸν δʼ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον, τὸ ὅσιον τῷ ἀνοσίῳ· οὐχ οὕτως;
Εὐθύφρων
ΕΥΘ. οὕτω μὲν οὖν. 5
Σωκράτης
ΣΩ. καὶ εὖ γε φαίνεται εἰρῆσθαι;
Εὐθύφρων
ΕΥΘ. δοκῶ, ὦ Σώκρατες. εἴρηται γάρ.γ
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων, καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς ἀλλήλους, καὶ τοῦτο εἴρηται;
Εὐθύφρων
ΕΥΘ. εἴρηται γάρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme