Thesauros Literature Philosophy Εὐθύφρων

Εὐθύφρων

Εὐθύφρων Plato

13

Σωκράτης
ΣΩ. οὐκοῦν θεραπεία γε πᾶσα ταὐτὸν διαπράττεται; οἷον τοιόνδε· ἐπʼ ἀγαθῷ τινί ἐστι καὶ ὠφελίᾳ τοῦ θεραπευομένου, ὥσπερ ὁρᾷς δὴ ὅτι οἱ ἵπποι ὑπὸ τῆς ἱππικῆς θεραπευόμενοι ὠφελοῦνται καὶ βελτίους γίγνονται· ἢ οὐ δοκοῦσί σοι;
Εὐθύφρων
ΕΥΘ. ἔμοιγε.
Σωκράτης
ΣΩ. καὶ οἱ κύνες γέ που ὑπὸ τῆς κυνηγετικῆς, καὶ οἱ βόες ὑπὸ τῆς βοηλατικῆς, καὶ τἆλλα πάντα ὡσαύτως· ἢ ἐπὶ βλάβῃ οἴει τοῦ θεραπευομένου τὴν θεραπείαν εἶναι; 15
Εὐθύφρων
ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. ἀλλʼ ἐπʼ ὠφελίᾳ;
Εὐθύφρων
ΕΥΘ. πῶς δʼ οὔ;
Σωκράτης
ΣΩ. ἦ οὖν καὶ ἡ ὁσιότης θεραπεία οὖσα θεῶν ὠφελία τέ ἐστι θεῶν καὶ βελτίους τοὺς θεοὺς ποιεῖ; καὶ σὺ τοῦτο συγχωρήσαις ἄν, ὡς ἐπειδάν τι ὅσιον ποιῇς, βελτίω τινὰ τῶν θεῶν ἀπεργάζῃ;
Εὐθύφρων
ΕΥΘ. μὰ Δίʼ οὐκ ἔγωγε. 20
Σωκράτης
ΣΩ. οὐδὲ γὰρ ἐγώ, ὦ Εὐθύφρων, οἶμαί σε τοῦτο λέγειν —πολλοῦ καὶ δέω—ἀλλὰ τούτου δὴ ἕνεκα καὶ ἀνηρόμην τίνα ποτὲ λέγοις τὴν θεραπείαν τῶν θεῶν, οὐχ ἡγούμενός σε τοιαύτην λέγειν.
Εὐθύφρων
ΕΥΘ. καὶ ὀρθῶς γε, ὦ Σώκρατες· οὐ γὰρ τοιαύτην λέγω.
Σωκράτης
ΣΩ. εἶεν· ἀλλὰ τίς δὴ θεῶν θεραπεία εἴη ἂν ἡ ὁσιότης;
Εὐθύφρων
ΕΥΘ. ἥνπερ, ὦ Σώκρατες, οἱ δοῦλοι τοὺς δεσπότας θεραπεύουσιν.
Σωκράτης
ΣΩ. μανθάνω· ὑπηρετική τις ἄν, ὡς ἔοικεν, εἴη θεοῖς. 25
Εὐθύφρων
ΕΥΘ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. ἔχοις ἂν οὖν εἰπεῖν ἡ ἰατροῖς ὑπηρετικὴ εἰς τίνος ἔργου ἀπεργασίαν τυγχάνει οὖσα ὑπηρετική; οὐκ εἰς ὑγιείας οἴει;
Εὐθύφρων
ΕΥΘ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί δὲ ἡ ναυπηγοῖς ὑπηρετική; εἰς τίνος ἔργου ἀπεργασίαν ὑπηρετική ἐστιν;
Εὐθύφρων
ΕΥΘ. δῆλον ὅτι, ὦ Σώκρατες, εἰς πλοίου. 30
Σωκράτης
ΣΩ. καὶ ἡ οἰκοδόμοις γέ που εἰς οἰκίας;
Εὐθύφρων
ΕΥΘ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme