Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

10 καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.
11 δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme