Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

23 πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρʼ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλʼ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.
24 καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme