Book 2
22
ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα, μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς. ἡ δὲ ἀρχή, Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλʼ ἁπλῶς τούτῳ συγγενόμενος. καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς.