Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

11 καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλʼ ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς ἀφελείας, οἷον ἀλλὰ μὴν [οἷον] οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς. καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς.
12 καὶ τὸ μὴ ὑπερδιατείνεσθαι μήτε τοῖς πράγμασι μήτε τοῖς νοήμασι τῆς ἀφελείας ἐστί, καὶ αἱ μεταβάσεις αἱ τοιαῦται, ἀλλὰ μήν· ὥς γε μήν. καὶ τὸ μὴ οἰκείᾳ ἐπικρίσει χρῆσθαι, ὅταν ἄξιόν τι ἐπαίνου, ἀλλὰ τῇ κοινῇ ἀφελὲς πάνυ, οἷον εὐθὺς μὲν οἱ πολλοὶ ἠγάσθησαν. ἐνταῦθα δὲ καὶ ἑτέρα τίς ἐστιν ἀρχή, τὸ μὴ καθʼ ὑπερβολὴν εἰπεῖν, πάντες ἠγάσθησαν ἀλλʼ ὑφειμένως οἱ πολλοὶ ἠγάσθησαν. ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν, οἷον τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme