Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

1 περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατʼ ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δʼ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.
2 ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, διʼ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme