Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 2

7 καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.
8 ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται. καὶ ἡ ὑποστροφή, αὐταὶ γὰρ τούτου ὄζουσι. τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρʼ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ μύρου μὲν οὐ προσδέονται, τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον αὐταὶ γὰρ τούτου ὄζουσι, καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme