Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

5 τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.
6 καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται.
7 καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν, νῦν τὰ μᾶλλον προτετιμημένα εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme