Book 1
1
κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγει ἔρρωσαι καὶ σαυτῷ πιστεύεις, καὶ πάλιν τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, καὶ πάλιν τὸν πλοῦτον καὶ τὴν περιουσίαν, ἢ τοὺς ἑταίρους καὶ φίλους. τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλιν ταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα. ἰσοδυναμοῦν δὲ κἀκεῖνο πάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον.
2
εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι ἡ σεμνότης καὶ ἡ περιβολὴ κοινωνοῦσι κατὰ πάντα· καθʼ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.
περὶ ἀξιοπιστίας.
1
Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα.
2
ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.