Thesauros Literature Oratory Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου

Περὶ πολιτικοῦ λόγου Aristides, Aelius

Book 1

6 νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme