Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
176 καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθʼ ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δʼ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπʼ αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δʼ αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δʼ ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις,
178 καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδʼ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme