Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
12 ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλʼ ὅτι διʼ ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτʼ ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδʼ ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδʼ ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδʼ ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτʼ ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδʼ ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.
14 καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. ἀλλʼ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδʼ ἀνάξιος πώποτʼ οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδʼ ἐγγὺς, ἀλλʼ ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθʼ ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστʼ ἀνάξιός ἐστʼ οὐδεὶς, ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme