Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
120 ἐλλελοιπότας κακίας, ὡς μηδʼ ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δʼ ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη διʼ αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρʼ ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γʼ ἂν τὸ καθʼ ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δʼ ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;
120 καὶ μὴν ἅπας μὲν νόμος, διʼ ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme