Thesauros Literature Oratory Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας Aristides, Aelius
10 πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme