33
οὔκουν οὐδὲ πεποίηνται· οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον· οὔκουν οὐδὲ σεσίγηται· ἀλλʼ ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ διʼ ὧν ἡ νόσος ἐπῄει σιτίων, τούτων μηδʼ ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφʼ ᾧ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι· ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, ὁ δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τʼ εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτʼ ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτʼ ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλʼ οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς· ὁ γὰρ παρʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος, ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα ληρῇ;