Thesauros Literature Oratory Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
24 ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος. εἰ δʼ οὐδένες ἄχρι τοῦ δεῦρο πλὴν ἡμῶν ἐπὶ ταῦτα προήχθησαν—μηδʼ ἔτʼ ἔπειτα προαχθεῖεν, ὦ δέσποινα Ἀθηνᾶ—τί μόνοι τῶν πάντων ἡμεῖς τὰ τοιαῦτα νοσοῦμεν, ἐκτὸς εἰ μόνοι τῶν πάντων ἡμεῖς μισεῖν ἡμᾶς αὐτοὺς ἀξιοῖμεν; οὐ δή που, φησὶν, οὐδὲ ταῦθʼ ἡμᾶς ἐγκαλεῖσθαι χρεών. εἰ μὲν γὰρ, τῶν αὐτῶν ἐθῶν τε καὶ νόμων ἅπασιν ὄντων, ἔπειθʼ ἡμεῖς μόνοι τῶν πάντων ἀτελείας εἰχόμεθα, πονηροί τινες ἂν ἦμεν εἰκότως, οἷς οὐκ ἐξῆν ἐγχειροῦντες καὶ παρὰ τὸν κοινὸν πολιτευόμενοι νόμον. εἰ δὲ πολλή τις ἐνταῦθα διαφορὰ, καὶ τοὺς μὲν τούτοις, τοὺς δʼ ἐκείνοις ἴσμεν χρωμένους, καὶ πάντας ἁπλῶς οἷς ἐκ πολλοῦ δοκιμάσειαν, τί δεινὸν εἰ παρʼ οὐδέσι τῶν ἄλλων ἀτελείας νομιζομένης, μόνοις ἡμῖν ταύτης ἔνεστι λόγος; οὐδὲ γοῦν Λακεδαιμονίοις οὐδὲ Θηβαίοις οὐδʼ οἷστισιν ἄλλοις ἐγκαλεῖν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme