Thesauros Literature Oratory Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
24 δὲ μηδαμοῦ τὸ παράπαν μηδʼ ὁπωστιοῦν μνημονεῦσαι, ἡμᾶς δὲ τοὺς τἀκείνων μάλιστα πάντων καὶ στέργοντας καὶ θαυμάζοντας, καὶ νόμον τοῦ τί δεῖ ποιεῖν ταῦθʼ ἡγουμένους, ἔπειτα ταύτῃ κεχρῆσθαι καὶ τὰς τιμὰς ἐντεῦθεν ὁρίζειν, ὥσπερ ἐκείνων κατεγνωκότας, ὅτι μὴ τοῦτο συνεῖδον, ἢ συνιδόντες ὑπὸ βασκανίας ἀπεῖπον. καίτοι ὅταν μὲν τούτους ὡς διὰ πάντων κρατίστους θαυμάζωμεν, καὶ μιμεῖσθαι διὰ πάντων ὀφείλομεν τούτους, ἵνʼ ἃ τοῖς λόγοις κοσμοῦμεν βεβαιῶμεν τοῖς ἔργοις· ὅταν δὲ ἁκείνοις εἰκότως ὡς μὴ καλῶς ἔχοντʼ ἀπείρηται, ταῦθʼ ἡμεῖς ὡς ἔχοντα καλῶς ἀσπαζώμεθα, θατέρῳ δυοῖν ἐνεχόμεθα, ἢ τῷ περὶ τὰς κρίσεις ἐσφάλθαι ἢ περὶ τὰς μιμήσεις ἐψεῦσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme