19
ὅλως δὲ εἴ τις ἔροιθʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδʼ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτʼ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδʼ ὅτι τοῦτʼ ἂν φήσαιτʼ· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλʼ ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρʼ αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστʼ ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει