8
πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθʼ ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλʼ εἰ συμφέρον τοῦτʼ αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δʼ ἄρʼ ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δʼ αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθʼ αὑτοῖς αἴσθωνται ταῦτʼ εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθʼ αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δʼ ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτʼ