Thesauros Literature Oratory Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας

Πρὸς Δημοσθένη περὶ ἀτελείας Aristides, Aelius
8 διαφερόντων ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις, ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθʼ ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρʼ ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθʼ ὑπάρξει· καὶ τοῦθʼ ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme