Thesauros Literature Oratory Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Πρεσβευτικὸς πρὸς Ἀχιλλέα

Πρεσβευτικὸς πρὸς Ἀχιλλέα Aristides, Aelius
436 ἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς; ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων; ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ. ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme