Thesauros Literature Oratory Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη

Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη

Πρὸς τοὺς αἰτιωμένους ὅτι μὴ μελετῴη Aristides, Aelius
420 φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δʼ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε. εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δʼ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δʼ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δʼ οὐδαμῶς· εἰ ταῦθʼ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπʼ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερʼ αὐτῶν ἁμαρτήματα καὶ κακά. σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων. ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτʼ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρʼ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme