420
καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρʼ οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο; οὐ γὰρ αὐτὸς ἐπειράθης. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δʼ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν. ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δʼ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν. εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γʼ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.