412
τοιαῦτα οἱ τὸ βέλτιον τιμῶντες ἆθλα φέρονται παρὰ τῶν λογίων θεῶν καὶ τοιαῦτα οἱ λυμαινόμενοι τοῖς λόγοις. ἔπειτα ποιοῦσι παραπλήσιον ὥσπερ ἂν εἴ τις ἀνδρόγυνος ἢ εὐνοῦχος μὴ τὴν ἀσθένειαν τοῦ σώματος μηδὲ τὴν τύχην αἰτιῷτο, προνοίᾳ δὲ φάσκοι γενέσθαι τοιοῦτος. ἀλλʼ οὔτʼ ἀληθῆ λέγεις, ὦ τᾶν, οὔθʼ ὅλως σωφρονεῖς, εἰ φὴς ἑκὼν ταῦτα τιμῆσαι. καὶ νῦν ἐγὼ κινδυνεύω φιλανθρωπότερος περὶ τούτους εἶναι τοῖς λόγοις τούτοις ἤπερ αὐτοὶ περὶ σφᾶς αὐτούς. ἐγὼ μὲν γὰρ ἄκοντας αὐτοὺς ἀποφαίνω καὶ δυστυχίᾳ τινὶ τοῦτο πάσχοντας, οἱ δʼ ἐξεπίτηδές φασι ποικίλλειν. οἱ δὲ νόμοι τοὺς ἑκουσίως πλημμελοῦντας